
ΤΗ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Χρυσάνθου καὶ Δαρείας ἐξ Ἀθηνῶν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Χρυσάνθου καὶ Δαρείας.
Στίχοι
· Ζῶσι Χρύσανθος καὶ Δαρεία ἐν πόλῳ,
· Κὰν ἐκπνέωσι, ζῶντες εἰσδύντες βόθρω.
· Χώσαν συζυγίην δεκάτη ἐνάτη ὁμόλεκτρον.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Κλαύδιος ὁ Τριβοῦνος, ἐν θαλάσσῃ βληθείς, τελειοῦται.
Στίχοι
· Φυγῶν θάλασσαν Κλαύδιος, τὴν τῆς πλάνης.
· Ἔνδον θαλάσσης βάλλεται παρὰ πλάνων.
Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Μάρτυς Ἱλαρία, ἡ τούτου σύζυγος, ξίφει τελειοῦται.
Στίχοι
· Ἱλαρία τμηθεῖσα τὴν κάραν ξίφει,
· Θεοῦ πρόσωπον ἱλαρώτατα βλέπει.
Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες, Ἰάσων καὶ Μαῦρος, οἱ υἱοὶ αὐτῶν, ξίφει τελειοῦνται.
Στίχοι
· Σὺν αὐταδέλφω τέμνεται Μαύρω κάραν,
· Ἀδελφὰ τούτω συμφρονήσας Ἰάσων.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παγχαρίου.
Στίχοι
· Ὁ Παγχάριος πᾶσαν ἣν πλουτῶν χάριν,
· Ὃν πρὸς τομὴν ἤλειψεν ἡ Θεοῦ χάρις.
Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Διόδωρος Πρεσβύτερος καὶ Μαριανὸς Διάκονος, σπηλαίω ἐγκλεισθέντες, τελειοῦνται.
Στίχοι
· Ὡς βῆμα τὸ σπήλαιον, ἔνδον γὰρ φέρει
· Θύτην τε Χριστοῦ καὶ σὺν αὐτῷ Λευϊτην.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.