Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία τῶν ἀπεγνωσμένων, Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τὴ ἐπιλάμψει σου, ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.
Φόβον Θεοῦ, ἐν γαστρὶ διανοίας εἰσδεξαμένη, πνεῦμα σωτηρίου ὁμολογίας, καὶ μαρτυρίου ἔτεκες, Γενναιόφρων παραδόξως, στερρῶς ἀθλήσασα, καὶ τὰς ἐναντίας, ἀρχὰς θριαμβεύσασα.
Σοῦ τὸ σεπτόν, καὶ μακάριον πάθος ἐκμιμουμένη, ἢ δι' ἀαπαθείας σοὶ συναφθεῖσα, πάσχει προθύμως, μεληδὸν τεμνομένη, ζωοδότα Χριστὲ κραυγάζουσα. Ἕτερον ἔκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.
Φωτιστικαίς, διαλάμπεις ἀκτίσι φαιδρυνομένη, Πνεύματος Ἁγίου, λαμπαδουχία, καὶ καταυγάζεις, τῶν πιστῶν τὰς καρδίας, ἁμαρτίας ζόφον σκεδάζουσα, Μάρτυς ἀθλοφόρε, Χριστοῦ πανσεβάσμιε.