Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 13 Ιανουαρίου 2009

ΕΡΜΥΛΟΥ, ΣΤΡΑΤΟΝΙΚΟΥ .... ΕΟΡΤΗ

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοὶς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τοῦ, τοὺς ἰδών, τὸν δημιουργόν, καί, Λυτρωτὴν ἀνεβόα, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἄνυμνείτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐγκαρτερεῖς τυπτόμενος, καὶ δεινῶς σπαθιζόμενος, καὶ τοῖς νιφετοῖς, τῶν ἀλγεινῶν κυκλούμενος, ἀοίδιμε Ἕρμυλε, τοῦ Στρατονίκου δὲ ποδηγός, πρὸς τῆς εὐσεβείας, τοὺς ἀγῶνας ἐγένου, μεθ' οὗ καὶ ἀνεβόας, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Οἱ ἀκλινεὶς τὸ φρόνημα, καὶ γενναῖοι τὴν ἄθλησιν, καὶ τῶν οὐρανίων, δωρεῶν ἐπάξιοι, οἱ λίθοι οἱ ἔντιμοι, τὰ τῶν πιστῶν προπύργια, λίθοις κελευσθέντες, οὗ προσένειμαν σέβας. Θεῷ δὲ τῶ τῶν ὅλων, ἀνεβόων Δεσπότη. Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σοῦ τὰς πλευρὰς τοὶς ὄνυξιν, ἀνορύττων ὁ τύραννος, καὶ τοὶς σπαθισμοίς, ἀνηλεῶς συγκόπτων σε, τὸν νοῦν οὐκ ἐσάλευσεν, ἐρηρεισμένον θεία στοργή, καὶ τοῦ Λυτρωτοῦ, κατανοοῦντα τὸ κάλλος, ὧ νὺν ἐν παρρησίᾳ, γεγηθῶς ἀνακράζεις, Λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.