«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην τύραννον, Φάτνη κρυπτόμενον, κτεῖναι ζητεῖ ὁ Ἡρῴδης, ἀλλ' ἡμεῖς σὺν Μάγοις μέλψωμεν. Τῶ Κυρίω ἄσωμεν, ἐνδόξως γὰρ δεδόξασται».
Κύριε Θεέ μου, Γενέθλιον ὕμνον καὶ προεόρτιον, ὠδὴν σοὶ ἄσομαι, τῶ τὴ Γεννήσει σου θείαν, ἀναγέννησιν διδόντι μοί, καὶ εἰς τὴν προτέραν με, εὐγένειαν ἀνάγοντι.
Ἄνω σὲ ἐν θρόνῳ, καὶ κάτω ἐν φάτνῃ, τὰ ὑπερκόσμια, καὶ τὰ περίγεια, Κατανοοῦντα Σωτήρ μου, κατεπλήττοντο τὸ κράτος σου, ὑπὲρ νοῦν ὠράθης γάρ, διπλοῦς φύσει θεάνθρωπος.
Ἴνα σου τῆς δόξης, τὰ πάντα πληρώσης, κλῖνας ἐλήλυθας, τοὺς οὐρανοὺς ἕως γής, ὡς γὰρ ἐν πόκῳ κατέβης, ὑετὸς ἐν μήτρᾳ Παρθενική, ἐξ ἦς νὺν τεχθήσεσθαι, διπλοῦς ἔρχη θεάνθρωπε.