Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 25 Δεκεμβρίου 2008

ΧΡΙΣΤΟΥΓΕΝΝΑ

ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΔΕΚΕΜΒΡΙΟΥ



Ἡ κατὰ Σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Iησοῦ Χριστοῦ.

Δεῦτε ἀγαλλιασώμεθα τῶ Κυρίω, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, καγῶ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς, Ἡ γὰρ ἀπαράλλακτος εἴκων τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθῶν, οὐ τροπὴν ὑπομεῖνας, ὁ γὰρ ἣν διέμεινε, Θεὸς ὧν ἀληθινός, καὶ ὁ οὐκ ἣν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν, αὐτῷ βοήσωμεν, ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς. (Δίς)
Λαθῶν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀλλ' οὐρανὸς σὲ πάσιν ἐκήρυξεν, ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ, Καὶ Μάγους σοὶ προσήνεγκεν, ἐν πίστει προσκυνούντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.

Στίχος α' Οἱ θεμέλιοι αὐτοῦ ἓν τοὶς ὄρεσι τοὶς ἁγίοις, ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

· Καὶ Μάγους σοὶ προσήνεγκεν, ἓν πίστει προσκυνούντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.

Στίχος β' Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, τοὶς γινώσκουσί με.

· Καὶ Μάγους σοὶ προσήνεγκεν, ἓν πίστει προσκυνούντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.

Στίχος γ' Καὶ ἰδοὺ ἀλλόφυλοι, καὶ Τύρος, καὶ λαὸς τῶν Αἰθιόπων.

· Καὶ Μάγους σοὶ προσήνεγκεν, ἓν πίστει προσκυνούντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.

Στίχος δ' Οὗτοι ἐγεννήθησαν ἐκεῖ, Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ο' Ὑψιστος.

· Καὶ Μάγους σοὶ προσήνεγκεν, ἓν πίστει προσκυνούντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.

Στίχος ε' Κύριος διηγήσεται ἐν γραφῇ λαῶν, καὶ Ἀρχόντων τούτων τῶν γεγεννημένων ἐν αὐτῇ, Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.
Σ υ ν α ξ ά ρ ι ο ν

Τὴ ΚΕ' τοῦ αὐτοῦ μηνός, Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Στίχοι

· Θεὸς τὸ τεχθέν, ἡ δὲ Μήτηρ Παρθένος.

· Τὶ μεῖζον ἄλλο καινὸν εἶδεν ἡ κτίσις;

· Παρθενικὴ Μαρίη Θεὸν εἰκάδι γείνατο πέμπτη.



Τὴ αὐτὴ ἡμέρα, Ἡ προσκύνησις τῶν Μάγων.

Στίχοι

· Σὲ προσκυνοῦσα τάξις ἐθνική, Λόγε,

· Τὸ πρὸς σὲ δηλοῖ τῶν Ἐθνῶν μέλλον σέβας.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν θεασαμένων Ποιμένων τὸν Κύριον.

Στίχοι

· Ποίμνην ἀφέντες τὴν ἑαυτῶν Ποιμένες,

· Ἰδεῖν καλὸν σπεύδουσι Χριστὸν Ποιμένα.



Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.