Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 1 Δεκεμβρίου 2008

ΠΡΟΦΗΤΗΣ ΝΑΟΥΜ

ΤΗ Α' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΔΕΚΕΜΒΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου Προφήτου Ναούμ.

Ἡ χάρις τοῦ Ἁγίου Πνεύματος ἐσκήνωσεν, ἐν σοὶ Θεοῦ Προφήτα, καὶ τῆς ἰδίαςαίγλης ἀπειργάσατο, λαμπάδα περιφανεστάτην, καὶ διὰ σοῦ θεσπίζει, τὰ μέλλοντα, Νινευϊ τὴ μεγάλη.
Νεφέλη φωτοβόλος ὤφθης ἀποστάζουσα, Ναοὺμ Θεοῦ Προφήτα, θεογνωσίας ὄμβρον, καὶ ἐπότισας τὸ πόμα τῆς θεοκρισιας Νινευϊτῶν τὴν πόλιν, ἀσέβειαν, ὠδινήσασαν αὖθις.
Εὐκλείας ἀκηράτου μέτοχος γενόμενος, Ναοὺμ Θεοῦ Προφήτα, καὶ ἀπορρήτου δόξης, καὶ χαρὰς τῆς ἀνεκφράστου, καὶ τρυφῆς ἐνθέου, ὑπὲρ ἡμῶν δυσώπει, θεόπνευστε, τὸν τῶν ὅλων Δεσπότην.
Συναξάριον

Τὴ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ναούμ.

· Ναούμ, τὸν Ἑλκεσαῖον ἐκπεπνευκότα,

· Ἕλκει πόθος μὲ σμυρνίσαι σμυρνὴ λόγου.

· Πρώτη ἐκ βιότοιο Δεκεμβρίου ὤχετο Ναούμ.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος.

· θνήσκει ὃ πᾶσαν ἀρετὴν φερωνύμως,

· Πάτερ φιλήσας, τον γε μὴν οἶκτον πλέον.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀνανίου τοῦ Πέρσου.

· Ἀνανίας σάρξ, πρὸς δὲ σαρκὸς αἰκίας,

· Αἴσθησιν ὡς σάρξ οὐδὲ μικρὰν λαμβάνει.


Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἁγίου Ἀντωνίου τοῦ νέου.
Ὁ Ἅγιος Ὀνήσιμος, ὃ ἀρχιεπίσκοπος Ἐφέσου, ἐν εἰρήνῃ τελειοῦται.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις ὃ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Βιβλιογραφία - Πηγές
  1. Μηνιαίον Δεκεμβρίου, Εκδ. Αποστ. Διακονίας