Μάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ, ἔστης πρὸ βημάτων ἀνδρείως, Χριστὸν κηρύττουσα, σταύρωσιν ἑκούσιον καταδεξάμενον, καὶ δεσμοῖς ὁμιλήσασα, καὶ πάσαις αἰκίαις, χαίρουσα ἀνέδραμες πρὸς τὰ οὐράνια, δήμοις ἀπ' αἰῶνος Μαρτύρων, συναριθμηθεῖσα καὶ δόξης, διαιωνιζούσης ἀπολαύουσα.
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Κυριακὴ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ τῆς θείας ἀθλήσεως, φαιδραῖς ἀγλαΐαις· ὅθεν τὸν οὐράνιον θάλαμον ᾤκησας, ἔνθα, ὡς Παρθένος καὶ Μάρτυς, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σου μνημόνευε.
Ῥίζης, εὐκλεοῦς Κυριακή, κλάδος ὡραιότατος ὤφθης, καρπὸν σωτήριον, φέρων τῆς ἀθλήσεως, τὰ κατορθώματα, καὶ μαραίνων ἐν χάριτι, φυτὰ ἀσεβείας· ὅθεν τὴν πανίερον, μνήμην σου σέβομεν, πόθῳ καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.