Παρασκευή, 25 Δεκεμβρίου 2015

ΤΩ ΠΑΝΤΑΝΑΚΤΟΣ ΕΞΕΦΑΥΛΙΣΑΝ

«Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,
Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,
Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,
Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ».

Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει,
Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους,
Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη,
Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου,
Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.

Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον,
Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων,
ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων,
Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα,
Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.

Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην,
Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,
Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν·
Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων,
Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.