Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 20 Οκτωβρίου 2014

ΟΥΡΑΝΙΑΙΣ ΕΛΛΑΜΨΕΣΙ

Οὐρανίαις ἐλλάμψεσι, φωτισθεὶς τὴν διάνοιαν, τὸ τῆς πλάνης ἔφυγες σκότος Ἔνδοξε, καὶ τῷ φωτὶ προσεπέλασας, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ταῖς χάρισιν αὐτοῦ, καταυγάζεις τὰ πέρατα· διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Ἐπιπνοίᾳ τοῦ Πνεύματος, μυηθεὶς γνῶσιν ἔνθεον, τὸν τῶν ὅλων Κτίστην ἔγνως Ἀρτέμιε, καὶ τοὺς τῇ κτίσει λατρεύοντας, πανσόφως διήλεγξας, καὶ ὡδήγησας λαούς, εἰς Θεοῦ τὴν ἐπίγνωσιν, δι' ὃν ἤθλησας, καὶ τὸ στέφος ἐδέξω τῶν καμάτων, λυτρωθῆναι ἱκετεύων, διαφθορᾶς τοὺς ὑμνοῦντας σε.

Πολυτρόποις κολάσεσι, χαλεπαῖς μαστιγώσεσι, παραδοὺς αἰκίζεσθαι τὸ πολύαθλον, καὶ καρτερώτατον σῶμά σου, θεόφρον Ἀρτέμιε, οὐκ ἠρνήσω τὸν Χριστόν, οὐ ξοάνοις ἐπέθυσας, ἀλλ' ὑπέμεινας, ὥς περ πάσχοντος ἄλλου ἀναμένων, τὰς μελλούσας ἀντιδόσεις, καὶ τὴν ἀθάνατον εὔκλειαν.