Τετάρτη, 2 Απριλίου 2014

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΤΙΤΟΥ

Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Τίτου.

Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Τίτου.
Τὶ τοῦτο, Τίτε; καὶ σὺ λείπεις ἐκ βίου;
Λείπω μεταστάς, δόξαν οὕτω Κυρίῳ.
Δευτερίῃ Τίτοιο ἀπὸ ψυχὴν Νόες ἦραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Ἀμφιανοῦ καὶ Αἰδεσίου.
Σῷ συμβυθισθεὶς Ἀμφιανὲ συγγόνῳ,
Ὕδωρ θαλάσσης ἀμφιέννυμαι, λέγε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Θεοδώρας.
Σεμνή, καλή τε ἡ Θεοδώρα οὖσα,
Δῶρον προσήχθη εὐάρεστον Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυκάρπου.
Ὡς κλῆμα τμηθεὶς Πολύκαρπος Κυρίου,
Τὸν καρπὸν οὕτω πλείονα Χριστῷ φέρει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.