Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητὸς εἶ».
Μὴ βραχεὶς ἁμαρτίαις, ποταμὸς ἐγκρατείας Πάτερ ἐδείχθης ἡμῖν, τὰ πάθη κατακλύζων, καὶ ῥύπον ἐκκαθαίρων, τῶν βοώντων ἐκ πίστεως, ὁ τῶν πατέρων ἡμῶν Θεός εὐλογητὸς εἶ.
Νῦν ἀΰλοις χορείαις, ὁμιλῶν θεομάκαρ καὶ τῆς λαμπρότητος, τῆς ἄνω βασιλείας, ἀλήκτως ἀπολαύων, ἐποπτεύεις τοὺς ψάλλοντας, ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.
Ἐν τῇ ὁμολογίᾳ, τῇ τῆς Πίστεως Πάτερ ἔμεινας ἄτρεπτος· Χριστὸν γὰρ εἰκονίζων, σαρκὶ καὶ περιγράφων, προσεκύνεις καὶ ἔκραζες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.
Ἰησοῦ τοῦ Δεσπότου, ἐν τῷ σώματι φέρων Πάτερ τὰ στίγματα, κἀμὲ καταστιχθέντα, τῷ βέλει τοῦ Βελίαρ, ἰατρεύεις κραυγάζοντα, ὁ τῶν Πατέρων ἡμων Θεὸς εὐλογητός εἶ.