Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 30 Ιανουαρίου 2014

ΕΙΚΟΝΟΣ ΧΡΥΣΗΣ, ΕΝ ΠΕΔΙΩ

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος∙ μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Σταυρῷ προσπαγείς, ὁ ἐκ σοῦ σωματωθεὶς Θεογεννήτρια, Ἀδὰμ διέρρηξε τὸ χειρόγραφον∙ ὃν νῦν δυσώπει Πανάμωμε, ἅπαντας κινδύνων ῥυσθῆναι, τοὺς ἐν πίστει κράζοντας∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐλπὶς ἀγαθή, προσδοκία τε Πιστῶν ὑπάρχεις Δέσποινα∙ καὶ νῦν δεόμεθα δωρήσασθαι, σῆς συμπαθείας τὸ πέλαγος, πᾶσι τοῖς εἰς σὲ πεποιθόσι, καὶ τῷ Υἱῷ σου κραυγάζουσιν∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σκοτίᾳ δεινῇ, τῇ τοῦ βίου συσχεθεὶς τὸν συλλυπούμενον, καὶ συναλγοῦντα οὐ κατέλαβον∙ τῇ σῇ Παρθένε λαμπρότητι, λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων, καὶ καταύγασον ψάλλοντα∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὡραίαν στολήν, σωτηρίων ἐντολῶν διὰ Βαπτίσματος, ἀμφιασάμενος ἀπημαύρωσα, δι᾿ ἀμελείας ὁ δείλαιος∙ νῦν δὲ σοι προστρέχω Παρθένε, τὸν χιτῶνα αἰτούμενος, τῆς σωφροσύνης διὰ σοῦ, πάλιν ἐνδύσασθαι.

Ζωῆς ἐκπεσών, ἀκηράτου μὲν τὸ πρὶν ὁ Ἀδὰμ σέσωσται∙ διὰ τοῦ Τόκου σου νῦν δὲ Πάναγνε, τὸν ἀρρωστίᾳ κρατούμενον σῶσον, ἐπιρρώσασα Κόρη, καὶ ἀξίωσον ψάλλειν σοι∙ Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.