Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 4 Δεκεμβρίου 2013

ΤΙ ΣΕ ΟΝΟΜΑΣΩΜΕΝ ΑΓΙΕ, ΘΕΟΛΟΓΟΝ ΙΩΑΝΝΗΝ .... ΑΣΤΕΡΑ ΕΚΚΛΗΣΙΑΣ ΑΓΛΑΪΖΟΝΤΑ;.....

Τὶ σε ὀνομάσωμεν Ἅγιε; θεολόγον Ἰωάννην, ἢ Δαυΐδ τὸν μελῳδόν, πνευματέμφορον Κινύραν, ἢ Αὐλὸν ποιμενικόν; γλυκαίνεις ἀκοὴν γὰρ καὶ διάνοιαν, εὐφραίνεις Ἐκκλησίας τὰ συστήματα, καὶ μελιρρύτοις σοῖς φθέγμασι, καταγλαΐζεις τὰ πέρατα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σε ὀνομάσω θεσπέσιε; Ἰωάννη γλυκορρῆμον, φαεινότατε ἀστήρ, ὁ τῇ αἴγλῃ τῆς Τριάδος, ἐλλαμφθεὶς τὸ ὀπτικόν; εἰσέδυς εἰς τὸν γνόφον τὸν τοῦ Πνεύματος, τοῦ θείου ἐμυήθης τὰ ἀπόρρητα, ὡς Μωϋσῆς διεσάφησας, τὴν μουσικὴν καλλιέπειαν, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σε ὀνομάσω Ἀοίδιμε; λαμπαδοῦχον φαεσφόρον, εὐκλεῆ ὑφηγητήν; λειτουργὸν ἢ θεωρόν, τῶν Μυστηρίων τοῦ Θεοῦ; ἀστέρα Ἐκκλησίας ἀγλαΐζοντα; Λυχνίαν τοὺς ἐν σκότει καταλάμπουσαν, ἢ ὄργανον εὐηχέστατον, σάλπιγγα καλλικέλαδον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.