Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 4 Δεκεμβρίου 2013

ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΒΑΡΒΑΡΑΣ ΚΑΙ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ.

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας.
Ξίφει πατὴρ θύσας σε, Μάρτυς Βαρβάρα,
Ὑπῆρξεν ἄλλος Ἀβραὰμ διαβόλου.
Βαρβάρα ἀμφὶ τετάρτῃ χερσὶ τοκῆος ἐτμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἰωάννου Μοναχοῦ καὶ πρεσβυτέρου τοῦ Δαμασκηνοῦ.
Πλήσας μελῶν γῆν ἡδέων Ἰωάννης,
Κἂν οὐρανοῖς ἄνεισι συνθεῖναι μέλη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν, Ἰωάννου, Ἐπισκόπου Πολυβότου, τοῦ θαυματουργοῦ.
Ἐπισκοπὴν γῆς ἐκλιπὼν Ἰωάννης,
Ἐπισκοποῦντος πάντα τέρπεται θέᾳ,

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἰουλιανὴ ξίφει τελειοῦται.
Ἰουλιανὴν ὡς περιστερὰν δέχου,
Εἰμὴ τάχει τέμνοιτο, τρίζουσαν Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστόδουλος καὶ Χριστοδούλη ξίφει τελειοῦνται.
Συνωνυμὼν σοι, παρθένε Χριστοδούλη,
Ὁ Χριστόδουλος, καὶ συναθλεῖ σοι ξίφει.

Ὁ ἅγιος νέος Ἱερομάρτυς Σεραφεὶμ ὁ Φαναρίου ἐπίσκοπος, ὁ μαρτυρήσας ἐν ἔτει 1601, σούβλῃ διαπαρεὶς τελειοῦται.
Ὁ γῆς Σεραφεὶμ Θετταλῶν φὺς ὡς κλάδος,
Θεῷ Λόγῳ πρόσεισι ῥείθροις αἱμάτων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.