Τετάρτη, 4 Δεκεμβρίου 2013

.... ΜΑΡΤΥΡΑΝ ΤΗΝ ΕΝΔΟΞΟΝ, ΒΑΡΒΑΡΑΝ ΜΑΣΤΙΞΙΝ, ΕΝΑΘΛΟΥΣΑΝ ΒΑΣΑΝΟΙΣ.....

Ὅτε ἐν σταδίῳ τῷ φρικτῷ, Ἰουλιανὴ διεσκόπει ἡ παμμακάριστος, Μάρτυρα τὴν ἔνδοξον, Βαρβάραν μάστιξιν, ἐναθλοῦσαν βασάνοις τε, ποικίλοις τὸ σῶμα, ἄπαν συγκοπτόμενον, θερμοῖς τοῖς δάκρυσι, Λόγε τοῦ Θεοῦ ἀνεβόα· Ταύτης κοινωνὸν με γενέσθαι, ἄρτι καταξίωσον φιλάνθρωπε.

Μίαν ἡ Βαρβάρα ἀληθῶς, Ἰουλιανή τε τὴν γνώμην, πρὸς τὴν εὐσέβειαν, ἔχουσαι αἱ ἅγιαι κατηγωνίσαντο, τοῦ ἐχθροῦ, καὶ νικήσασαι, αὐτὸν κατὰ κράτος, δόξης ἠξιώθησαν, παρὰ Χριστοῦ τοῦ Θεοῦ· ὅθεν λοιμικῶν παθημάτων, λώβην ἀφανίζουσαι πᾶσι, τοῖς πιστοῖς παρέχουσιν ἰάματα.

Ὅτε ἀπεφάνθη κατὰ σοῦ, Μάρτυς σεμνοτάτη Βαρβάρα, ὁ γλυκὺς θάνατος, χαίρουσα καὶ σπεύδουσα, τὸν δρόμον ἤνυσας, ἀσεβοῦς δὲ γεννήτορος, χερσὶ παρανόμοις, τέθυσαι καὶ κάρπωμα, Θεῷ προσήνεξαι· ὅθεν, ταῖς φρονίμοις Παρθένοις, ὄντως συγχορεύουσα βλέπεις, Χριστοῦ τοῦ νυμφίου σου τὴν ἔλλαμψιν.