Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 13 Δεκεμβρίου 2013

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΕΥΣΤΡΑΤΙΟΥ, ΑΥΞΕΝΤΙΟΥ, ΕΥΓΕΝΙΟΥ, ΜΑΡΔΑΡΙΟΥ ΚΑΙ ΟΡΕΣΤΟΥ ΚΑΙ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΛΟΥΚΙΑΣ ΤΗΣ ΠΑΡΘΕΝΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου, καὶ Ὀρέστου, καὶ τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου.
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τῶν Ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων, Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου καὶ Ὀρέστου.
Τὸν Εὐστράτιον καὶ συνάθλους δὶς δύω,
Ἅπαξ δύω κτείνουσι πῦρ τε καὶ ξίφος.
Τούς γε σὺν Εὐστρατίῳ δεκάτῃ τρίτῃ ἔκτανεν ἄορ.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου.
Ὡς Παρθένος μέν, ἓν στέφος ἡ Λουκία.
Ὡς δ' ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ ἐν τῷ Λάτρῳ.

Ὁ Ὅσιος Ἄρης ἐν εἰρήνῃ τελειοῦται,

Μνήμη τοῦ Ἁγίου νέου ἱερομάρτυρος Γαβριὴλ ἀρχιεπισκόπου Σερβίας, τοῦ ἐν Προύσῃ μαρτυρήσαντος κατὰ τὸ 1659.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.