Τρίτη, 5 Νοεμβρίου 2013

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ

«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Τοῦ τῆς φύσεως πόθου φίλτρον θερμότερον, πρὸς Χριστὸν ἐσχηκότες, σαρκὶ καὶ αἵματι, ὅλω τῷ νοῒ προσανέχειν ἀπείπασθε, σχέσεως ὑλώδους, ἐμφρόνως ἀποστάντες.

Τῆς πρὸς σάρκα φιλίας ξένως διέστητε, τῆς ἁγνείας τῷ φίλτρῳ θείως ἡνώθητε, καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ συνηρμόσθητε, κλέος συζυγίας, ἀζύγων μέγα θαῦμα.

Βασιλείαν τὴν ἄνω Μάρτυς θεσπέσιε, κατοικῆσαι σπουδάζων, ταύτην κατέλαβες, αἵμασι τοῖς σοῖς, Γαλακτίων ὠνούμενος, σὺν τῇ Ἐπιστήμῃ, τῇ σῇ καλῇ συνάθλῳ.