Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 16 Νοεμβρίου 2010

ΙΝΑ ΤΙ ΜΕ ΑΠΩΣΩ, ΑΠΟ ΤΟΥ ΠΡΟΣΩΠΟΥ ΣΟΥ ΤΟ ΦΩΣ

Ἵνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Γεωργίᾳ σῶν λόγων, τὰς κεχερσωμένας καρδίας ὡμάλισας, καὶ τὸν θεῖον σπόρον, ἐν αὐταῖς Ἱεράρχα κατέβαλες, καὶ καρπὸν πολύχουν, τῷ Λυτρωτῇ τὴν σωτηρίαν, τῶν πιστῶν θεορρῆμον προσήγαγες.

Ὁ Θεοῦ παραστάτης, ζήλῳ πυρακτούμενος χρίει σε Φαίδιμος, Ἱερέα Πάτερ, τῷ Θεῷ τῷ τὰ σύμπαντα βλέποντι, εὐσεβῶς θαρρήσας, καὶ τῇ σεπτῇ σου πολιτείᾳ, πεποιθώς θεορρῆμον Γρηγόριε.

Ῥοαῖς τῶν σῶν δογμάτων, τὰς εἰδωλικὰς πυρπολήσεις κατέσβεσας, καὶ ταῖς διδαχαῖς σου, τοὺς πιστοὺς ἐβεβαίωσας Πάνσοφε, ἀναβὰς εἰς ὕψος, ὡς Σαμουὴλ ταῖς θεωρίαις, καὶ ὡς δένδρον φανεὶς τοῖς διώκουσι.

Ἱεράρχα θεόφρον, ταῖς σαῖς ἱκεσίαις δεινῶν με λυτρούμενος, τῶν ἐμῶν πταισμάτων, τὸ χειρόγραφον Πάτερ διάρρηξον, ἱερεὺς ὑπάρχων, καὶ ἐκ Θεοῦ τὴν ἐξουσίαν, εἰληφὼς ἀφιέναι τὰ πταίσματα.