Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 14 Νοεμβρίου 2008

ΠΡΩΙΝΗ ΠΡOOIΜΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

Από του ύπνου εξεγερθείς, στήθι μετ' ευλαβείας και φόβου Θεού, και ειπέ·
Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.
Δόξα σοι ο Θεός ημών, δόξα σοι.
Βασιλεύ ουράνιε, Παράκλητε, το Πνεύμα της αληθείας ο πανταχού παρών και τα πάντα πληρών ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν και καθάρισον ημάς από πάσης κηλίδος και σώσον αγαθέ, τας ψυχάς ημών.
Άγιος ο Θεός, άγιος ισχυρός, άγιος αθάνατος ελέησον ημάς (εκ τρίτου).
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τάς ασθενείας ημών, ένεκεν του ονόματος σου.
Κύριε ελέησον. Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα, και νυν.
Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου· ελθέτω η βασιλεία σου· γενηθήτω το θέλημά σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών καί μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Ότι σου εστίν η βασιλεία και η δύναμις και ή δόξα. του Πατρός και του Υιού και του αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Και τα παρόντα Τριαδικά τροπάρια. Ήχος α' .
ξεγερθέντες του ύπνου, προσπίπτομέν σοι, αγαθέ, και των Αγγέλων τον ύμνον βοώμεν σοι, δυνατέ· Άγιος, άγιος, άγιος ει ο Θεός· δια της Θεοτόκου ελέησον ημάς.
Δόξα. Ήχος β'.
Της κλίνης και του ύπνου εξεγείρας με, Κύριε, τον νουν μου φώτισον, και την καρδίαν και τα χείλη μου άνοιξον, εις το υμνείν σε, αγία Τριάς· Άγιος, άγιος, άγιος ει Θεός· δια της Θεοτόκου ελέησον ημάς.


Και νυν. Ήχος γ'.
Αθρόον ο Κριτής επελεύσεται, και εκάστου οι πράξεις γυμνωθήσονται· αλλά φόβω κράξωμεν εν τω μέσω της νυκτός Άγιος, άγιος, άγιος ει Θεός· δια της Θεοτόκου ελέησον ημάς.
Το Κύριε ελέησον ιβ', καί τας ευχάς ταύτας.


Ευχή πρώτη. Ευχαριστήριος μεθ' ικεσίας.

Εκ του ύπνου εξανιστάμενος ευχαριστώ σοι αγία Τριάς, ότι δια την πολλήν σου αγαθότητα και μακροθυμίαν ουκ ωργίσθης εμοί τω ραθύμω και αμαρτωλώ ουδέ συναπώλεσάς με ταις ανομίαις μου, αλλ' εφιλανθρωπεύσω συνήθως, και προς απόγνωσιν κείμενον ήγειράς με, εις το ορθρίσαι και δοξολογήσαι το κράτος σου. Και νυν φώτισαν μου τα όμματα της διανοίας· άνοιξόν μου το στόμα, του μελετάν τα λόγιά σου καί συνιέναι τας εντολάς σου και ποιείν το θέλημά σου και ψάλλειν σοι εν εξομολογήσει καρδίας και ανυμνείν το πανάγιον όνομά σου, του Πατρός και του Υιού και του αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Ευχή δευτέρα.
Δόξα σοι, βασιλεύ, Θεέ παντοκράτορ, ότι τη θεία σου καί φιλανθρώπω προνοία ηξίωσάς με τον αμαρτωλόν και ανάξιον δούλον σου εξ ύπνου αναστήναι και τυχείν της εισόδου του αγίου σου οίκου. Δέξαι, Κύριε, και την φωνήν της δεήσεώς μου, ως των άγιων και νοερών σου δυνάμεων και ευδόκησον εν καρδία καθαρά και πνεύματι ταπεινώσεως, προσενεχθήναι σοι την εκ των ρυπαρών χειλέων μου αίνεσιν, όπως καγώ κοινωνός γένωμαι των φρονίμων παρθένων, εν φαιδρά λαμπηδόνι της ψυχής μου, και δοξάζω σε, τον εν Πατρί και Πνεύματι δοξαζόμενον θεόν Λόγον. Αμήν.
Ευχή τρίτη.
Ο θεός και πατήρ του Κυρίου ημών Ιησού Χρίστου, ο εξαναστήσας ημάς εκ των κοιτών ημών και επισυναγαγών επί την ώραν της προσευχής, δος ημίν χάριν εν ανοίξει του στόματος ημών και πρόσδεξαι ημών την κατά δύναμιν ευχαριστίαν και δίδαξον ημάς τα δικαιώματα σου, ότι προσεύξασθαι καθ' ο δει ουκ οίδαμεν, εάν μη συ, Κύριε, τω Πνεύματί σου τω άγίω οδήγησης ημάς. Διό δεόμεθά σου, ει τι ημάρτομεν μέχρι της παρούσης ώρας, άνες, άφες, συγχώρησον. Εάν γαρ ανομίας παρατήρησης, Κύριε, Κύριε, τίς υποστήσεται; Ότι παρά σοι η απολύτρωσις. Συ μόνος άγιος, βοηθός, κραταιός, υπερασπιστής της ζωής ημών, και εν σοι η ύμνησις ημών διά παντός. Είη το κράτος της βασιλείας σου ευλογημένον και δεδοξασμένον, του Πατρός και τουΥιού και του αγίου Πνέυματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.


Ευχή τετάρτη.
Κύριε ο Θεός ημών, ο την του ύπνου ραθυμίαν αποσκεδάσας αφ' ημών, και συγκαλέσας ημάς κλήσει αγία, του εν νυκτί επάραι τας χείρας ημών και εξομολογείσθαι σοι επί τα κρίματα της δικαιοσύνης σου, πρόσδεξαι τας δεήσεις ημών, τας εντεύξεις, τας εξομολογήσεις, τας νυκτερινάς λατρείας. Και χάρισαι ημίν, ο Θεός, πίστιν ακαταίσχυντον, ελπίδα βεβαίαν, αγάπην ανυπόκριτον, ευλόγησον εισόδους και εξόδους, πράξεις, έργα, λόγους, ενθυμήσεις. Και δος ημίν καταντήσαι εις τας αρχάς της ημέρας αινούντας, υμνούντας, ευλογούντας της σης αφράστου χρηστότητος την αγαθότητα. Ότι ηυλόγηται το πανάγιόν σου όνομα και δεδόξασται η βασιλεία, του Πατρός και του Υιού και του αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Ευχή πέμπτη.

Λάμψον, Δέσποτα φιλάνθρωπε, εν ταις καρδίαις ημών το της σης θεογνωσίας ακήρατον φως, και τους της διανοίας ημών οφθαλμούς διάνοιξον εις την των ευαγγελικών σου κηρυγμάτων κατανόησιν. Ένθες ημίν και τον των μακαρίων σου εντολών φόβον, ίνα πάσας τας σαρκικάς επιθυμίας καταπατήσαντες πνευματικήν πολιτείαν μετέλθωμεν, πάντα τα προς ευαρέστησιν την σην και φρονούντες και πράττοντες. Ότι συ ει ο αγιασμός και ο φωτισμός ημών, και σοι την δόξαν αναπέμπομεν, τω Πατρι και τω Υίω και τω αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Ευχή έκτη.
Ο Θεός, ο Θεός ημών, ο τας νοεράς και λογικάς υποστησάμενος δυνάμεις τω σω θελήματι, σου δεόμεθα και σε ικετεύομεν, πρόσδεξαι ημών μετά των κτισμάτων σου πάντων την κατά δύναμιν δοξολογίαν, και ταις πλουσίαις της σης αγαθότητας αντάμειψαι δωρεαίς. Ότι σοι κάμπτει παν γόνυ επουρανίων και επιγείων και καταχθονίων, και πάσα πνοή και κτίσις υμνεί την ακατάληπτόν σου δόξαν, μόνος γαρ ει αληθινός και πολυέλεος. Ότι σε αινούσι πάσαι αι δυνάμεις των ουρανών, και σοι την δόξαν αναπέμπομεν, τω Πατρι και τω Υιώ και τω αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Ευχή εβδόμη. Προς την παναγίαν Τριάδα.
Σε τον αγέννητον Θεόν και Πατέρα, σε τον Υίόν τον μονογενή, σε το άγιον Πνεύμα το παράκλητον, ω Τριάς παναγία, μοναδική τε και ενιαία και αδιαίρετε! Σε και νω και καρδία και στόματι ομολογούμεν και ευλογούμεν εις τους αιώνας. Αμήν.