Πέμπτη, 14 Απριλίου 2016

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΔΡΟΣΟΝ ΕΠΗΓΑΣΑΣ

«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Ἐκτεμόντες τὰς ῥίζας τῆς ἀθεότητος, τῇ δρεπάνῃ τῇ θεία κατεφυτεύσατε, πίστιν ἀληθῆ, καὶ τελείαν ἐπίγνωσιν, ταῖς τῶν εὐσεβούντων, καρδίαις θεηγόροι.

Λόγῳ θείῳ καρδίας κατενεώσατε, καὶ τῆς γνώσεως σπόρον καταβαλόμενοι, ἄσταχυν Σοφοί, πολύχουν ἐθερίσατε, τῶν διασωθέντων, Ἀπόστολοι τὸ πλῆθος.

Οἱ ἀκλόνητοι στῦλοι τῆς Ἐκκλησίας Χριστοῦ, τῆς ἀμπέλου τῆς θείας οἱ θεῖοι βότρυες, οἱ τὸν γλυκασμόν, τῆς ζωῆς ἀποστάζοντες, Ἀρίσταρχος καὶ Πούδης, καὶ Τρόφιμος τιμάσθω.