Παρασκευή, 15 Απριλίου 2016

ΕΝ ΤΗ ΚΑΜΙΝΩ, ΑΒΡΑΜΙΑΙΟΙ ΠΑΙΔΕΣ

«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Νέους τρεῖς Παῖδας, ἐξεικονίζων Μάρτυς ἔνδοξε, μέσον τοῦ πυρὸς ἐβλήθης, διὰ Χριστόν, καὶ τὸ τέλος τὸ μακάριον, ἐν τούτῳ δέδεξαι, ὑμνολογῶν Θεὸν παμμακάριστε.

Ἐν μέσῳ ἔστης, φλογὸς ἀστέκτου χρυσὸς ὡς ὄβρυζος, πίστει ἐξαστράπτων Μάρτυς ἀληθινῇ, καὶ φωτίζων τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Πυρὸς παμμάκαρ, δυνατωτέραν ἔχων ἔντασιν, μέσον ἐμβληθεὶς πανεύφημε τῆς φλογός, ἀπερίτρεπτος διέμεινας, πλάνης τοὺς ἄνθρακας ἀποσβεννύων, Κρήσκη πολύαθλε.