Παρασκευή, 15 Απριλίου 2016

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΚΡΗΣΚΕΝΤΟΣ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κρήσκεντος.

Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κρήσκεντος, τοῦ ἐν Μύροις τῆς Λυκίας.
Στίχοι
Θάμβος βλέπειν Κρήσκεντα τοῦ πυρὸς μέσον,
Ἡγούμενον λειμῶνα τερπνὸν τὴν φλόγα.
Κάτθανε καὶ Κρήσκης πέμπτῃ δεκάτῃ πυρὶ λαύρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Βασιλίσσης καὶ Ἀναστασίας.
Στίχοι
Ἀμνοῦ Θεοῦ σφάττουσιν ἀμνάδας δύο,
Ἀναστασίαν καὶ Βασίλισσαν ἅμα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λεωνίδου, Ἐπισκόπου Ἀθηνῶν.
Στίχοι
Σκότος συνέσχε τὰς Ἀθήνας ἀθρόον,
Δύναντος αὐταῖς ἡλίου Λεωνίδου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρου Πρεσβυτέρου, καὶ Παυσολυπίου.
Στίχοι
Παυσολυπίῳ καὶ Θεοδώρῳ θύτῃ,
Δῶρόν τι παυσίλυπον ὄντως τὸ ξίφος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.