Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 10 Μαρτίου 2016

ΚΟΔΡΑΤΕ ΠΑΝΑΡΙΣΤΕ ΖΩΗΣ

Κοδρᾶτε πανάριστε ζωῆς, θείας ἐφιέμενος, ζωῆς φθαρτῆς κατεφρόνησας· τῆς τῶν ῥεόντων γάρ, προτιμήσας ὕλης, τὴν ἄυλον ὕπαρξιν, τὴν ἄληκτον ἐκτήσω ἀπόλαυσιν· διὰ θανάτου γάρ, πρὸς ἀθάνατον μετέβης τρυφήν, καὶ πρὸς δόξαν τὴν μὴ διαπίπτουσαν.

Κοδρᾶτε θεόληπτε ὁδόν, Μαρτυρίου ἕδραμες, ἀνεπιστρόφῳ φρονήματι τὰ διαβήματα· ἐπλατύνθη γάρ σου, τῆς ψυχῆς καὶ ἴχνη σου, οὐδόλως τῆς ἀνδρείας ἠσθένησαν, ἐν οἷς γενόμενος ὁδηγὸς τῶν συναθλούντων σοι, πρὸς τὴν ἄνω Μητρόπολιν ἔφθασας.

Κοδρᾶτε καλλίνικε στρατόν, εἰς Θεοῦ παράταξιν, νεανικῶς ἀριθμούμενον, συνεπαγόμενος, τῶν σῶν συμμαρτύρων, στρατηγὸς ὡς ἄριστος, κατὰ τῶν ἀντιθέων ἠρίστευσας, καὶ νίκης τρόπαια, εἰληφῶς ἐν μυριάσι Χριστῷ, στεφηφόρος σὺν αὐτοῖς παρέστηκας.