Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 9 Μαρτίου 2016

ΦΕΡΟΝΤΕΣ ΤΑ ΠΑΡΟΝΤΑ ΓΕΝΝΑΙΩΣ

Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα. Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται· μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Τοῦ αὐτοῦ
Ῥίπτοντες περιβόλαια πάντα, βαίνοντες ἀτρόμως εἰς λίμνην, ἀλλήλους ἔλεγον οἱ Ἅγιοι πρὸς Μάρτυρες· Διὰ Παράδεισον, ὃν ἀπωλέσαμεν, ἱμάτιον φθαρτὸν σήμερον μὴ ἀντισχώμεθα, δι' ὄφιν ποτὲ φθοροποιὸν ἐνδυσάμενοι, ἐκδυσώμεθα νῦν διὰ τὴν πάντων ἀνάστασιν, καταφρονήσωμεν κρύους λυομένου, καὶ σάρκα μισήσωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Τοῦ αὐτοῦ
Βλέποντες ὡς τρυφὰς τὰς βασάνους, τρέχοντες πρὸς λίμνην κρυώδη, ὡς πρὸς θάλψιν, ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ ὑποπτήξωμεν ὥραν χειμέριον, ἵνα τὴν φοβεράν γέενναν τοῦ πυρὸς φύγωμεν, καυθήτω ὁ ποῦς, ἵνα χορεύῃ αἰώνια· ἡ δὲ χεὶρ ῥυείτω, ἵνα ὑψοῦται πρὸς Κύριον, καὶ μὴ φεισώμεθα φύσεως θνῃσκούσης· ἑλώμεθα θάνατον, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδυσώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα...
Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα. Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται, μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.