Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 7 Μαρτίου 2016

ΑΓΙΩΝ ΙΕΡΟΜΑΡΤΥΡΩΝ, ΤΩΝ ΕΝ ΧΕΡΣΩΝΙ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, τῶν ἐν Χερσῶνι ἐπισκοπησάντων, Ἐφραίμ, Βασιλέως, Εὐγενίου, Ἀγαθοδώρου, Καπίτωνος, Αἰθερίου καὶ Ἐλπιδίου.


Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, τῶν ἐν Χερσῶνι ἐπισκοπησάντων, Ἐφραίμ, Βασιλέως, Εὐγενίου, Ἀγαθοδώρου, Ἐλπιδίου, Καπίτωνος καὶ Αἰθερίου.
Στίχοι
Μὴ τὴν κεφαλὴν τοῖς ἀγάλμασι κλίνων,
Ἐφραὶμ ἀγάλλῃ, τῇ τομῇ ταύτην κλίνων.
Συρεὶς Βασιλεὺς χερσὶ δεισιδαιμόνων,
Χεῖρας διασπᾷ δεισιδαίμονος πλάνης.
τριὰς σύναθλος τοῦ Προφήτου τὸν λόγων,
«Εἰς μάστιγας δέδωκα τὸν νῶτον», λέγει.
Ἐπῆρε χεῖρας εἰς προσευχὴν Καπίτων
Καὶ πρὸς Θεὸν μετῆρεν ἐξάρας πόδας.
Ἐκ τοῦ ποταμοῦ πρὸς Θεὸν χωρεῖς Πάτερ,
Τὸν ἐν ποταμῷ σαρκικῶς λελουμένον.
Ἑβδομάτῃ πατέρας μόρος ἥρπασεν ἑπτὰ ἀριθμῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Νέστωρ καὶ Ἀρκάδιος, ἐπίσκοποι Τριμυθοῦντος, ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
Τῆς Τριμυθοῦντος Ποιμένες καλοὶ δύο,
Ἐν τῇ καλῇ σκιρτῶσι τῆς Ἐδὲμ πόᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ Ἁπλοῦ.
Στίχοι
Γῆθεν μεταστὰς πρὸς Θεὸν Παῦλος Λόγον,
Τῆς ἁπλότητος πολλαπλᾶ στέφη λάβοι.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.