Τρίτη, 5 Ιανουαρίου 2016

ΤΕΛΟΣ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ

Τέλος τοῦ Μαρτυρίου, ἐδέξασθε ὁμοῦ, τῷ ξίφει θανατούμενοι, σὺν γυναιξί, καὶ παισί, Χριστῷ βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἠγάλλοντο οἱ Ἅγιοι, ὁρῶντες ἑαυτούς, τῷ ξίφει τελειουμένους, καὶ πίστει ἀνεκραύγαζον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῶν ἀσεβῶν τὸ φρύαγμα, ἠφάνισται ἐκ γῆς, καὶ οἱ θεοὶ πεπτώκασιν, εἰς γῆν καὶ συνετρίβησαν, τῇ τῶν Μαρτύρων ὁμολογίᾳ, καὶ θείᾳ στερρότητι.