Τρίτη, 26 Ιανουαρίου 2016

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΞΕΝΟΦΩΝΤΟΣ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συνοδίας αὐτοῦ.

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συμβίου αὐτοῦ Μαρίας καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ Ἰωάννου.
Στίχοι
Καὶ γῆν λιπόντας, τοὺς περὶ Ξενοφῶντα,
Ἁβρᾷ ξενίζω τοῦ λόγου πανδαισίᾳ.
Παισὶν ἅμ' ἠδ' ἀλόχῳ Ξενοφῶν θάνεν εἰκάδι ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐπιλεγομένου Παλαιοῦ.
Στίχοι
Τὸν χοῦν παλαιὲ Συμεὼν ἀπεξύσω,
Ἐχθροῦ παλαιοῦ λεπτύνας εἰς χοῦν κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνανίου πρεσβυτέρου καὶ Πέτρου δεσμοφύλακος καὶ τῶν σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν.
Στίχοι
Πέτρος σὺν ἑπτὰ τὴν θάλασσαν εἰσέδυ,
Οἷς Ἀνανίας ἡδέως συνεισέδυ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωνᾶς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ζωῆς Ἀμωνᾶς νῆμα πληρώσας ἅπαν,
Ζωὴν ἐφεῦρεν, οὔποτε πληρουμένην.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριὴλ ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Σὺν τῷ Γαβριὴλ τῷ Νόων πρωτοστάτῃ,
Καὶ Γαβριὴλ ἵστησι Χριστὸς τὸν νέον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες, οἱ ἐν Φρυγίᾳ, τυπτόμενοι τελειοῦνται.
Στίχοι
Βάκλοις ἀθληταὶ τραυματισθέντες δύω,
Στεφθέντες εὗρον τὴν συνούλωσιν τάχει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.