Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 1 Νοεμβρίου 2015

... ΥΙΟΙ ΚΑΤΑ ΜΕΘΕΞΙΝ ΘΕΟΥ...

Γυμνοὶ πάσης ὤφθητε ἐχθροῦ, κακίας Ἅγιοι, τῷ θείῳ Πνεύματι, ἡμῖν γενόμενοι ἔνδυμα, σωτηρίας καὶ ἀφέσεως, καταστολὴ καὶ τῶν δεινῶν, ἀπαλλοτρίωσις τοῖς βοῶσι, πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Υἱοὶ κατὰ μέθεξιν Θεοῦ, Δαμιανὲ καὶ Κοσμᾶ, πίστει γενόμενοι, πατρῷον κλῆρον νῦν εὕρατε, τὴν οὐράνιον ἀπόλαυσιν, καὶ τῶν θαυμάτων τὴν φαιδράν, ὄντως ἐνέργειαν, καὶ βοᾶτε· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ῥανίσιν ὑμῶν θεουργικαῖς, τὸν ῥύπον πλύνατε, τὸν ψυχικὸν ἡμῶν, καὶ τὰ ἐπώδυνα Ἅγιοι, φυγαδεύσατε νοσήματα, καὶ τῶν δαιμόνων τὰς ὁρμάς, ἀποδιώξατε, ὡς ἰατῆρες ἡμῶν συμπαθέστατοι.

Ὡς κρίνα ὡς ἄνθη νοητά, ὡς ῥόδα Πνεύματι, ὡραϊζόμενοι, ἡμῖν ἐδείχθητε Ἅγιοι, εὐωδίαν ἀποπέμποντες, καὶ τὸ δυσῶδες τῶν παθῶν ἀποδιώκοντες, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.