Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 24 Οκτωβρίου 2015

ΜΑΡΤΥΣ ΑΘΛΟΦΟΡΕ ΤΟΥ ΧΡΙΣΤΟΥ


Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ, Ἀρέθα παμμακάριστε ταῖς ἱκεσίαις σου, καὶ τῶν σὺν σοὶ Μαρτύρων, τὸν νοῦν μου καταύγασον, ὅπως ὑμῶν ὑμνήσω, τὴν φωσφόρον καὶ ἔνθεον μνήμην.



Ἄνω τὸ πολὶτευμα σαφῶς, ἐν οὐρανοῖς κτησάμενος, θεομακάριστε, Χριστοῦ τῇ ἐκμιμήσει, σαυτὸν παραδέδωκας, πόθῳ τοῦ Μαρτυρίου, τοὶς ἀνόμοις Ἑβραίοις θεόφρον.



Ῥῆμα παραβὰς τὸ τοῦ Θεοῦ, Ἑβραῖος ὁ παράνομος, καὶ ἀδικώτατος τὴν θεόλεκτον ποίμνην, Χριστοῦ ἐλυμήνατο, ὅμως εἰσπράττει δίκην, τῇ δικαίᾳ καὶ θείᾳ προνοία.



Τρίβον διοδεύων ἀληθῶς, πρὸς οὐρανὸν τὴν φέρουσαν, Χριστῷ προσήγαγες, Μαρτύρων Ἐκκλησίαν, Ἀρέθα πανεύφημε, πάσης ἐξ ἡλικίας, καὶ ἐκ γένους παντὸς ἠθροισμένην.