Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 1 Σεπτεμβρίου 2015

ΑΡΧΗ ΤΗΣ ΙΝΔΙΚΤΟΥ

Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ

Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ νέου Ἔτους, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου καὶ Ἀρχιμανδρίτου, καὶ ἡ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῶν Μιασηνῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Ἀειθαλᾶ, καὶ τῶν Ἁγίων τεσσαράκοντα Γυναικῶν, καὶ Ἀμμοῦν διακόνου καὶ διδασκάλου αὐτῶν, καὶ τῶν Ἁγίων μαρτύρων Καλλίστης, Εὐόδου καὶ Ἑρμογένους τῶν αὐταδέλφων, καὶ μνήμη Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἡ ἀνάμνησις τοῦ μεγάλου ἐμπρησμοῦ.

Τῇ Α´ τοῦ αὐτοῦ μηνός, Ἀρχὴ τῆς, Ἰνδίκτου, ἤτοι τοῦ νέου ἔτους.

Ἴνδικτον ἡμῖν εὐλόγει νέου Χρόνου,
Ὦ καὶ Παλαιέ, καὶ δι᾿ ἀνθρώπους Νέε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιοῦμεν τοῦ γενομένου θαύματος παρὰ τῆς Ἁγίας Θεοτόκου ἐν τῇ Μονῇ τῶν Μιασηνῶν, καὶ μνήμη τοῦ γενομένου ἐμπρησμοῦ.
Αὐθαιρέτως ἄνεισιν ἄγρα τις ξένη,
Λίμνης βυθοῦ πάντιμος εἰκὼν Παρθένου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου.
Λιπὼν Συμεὼν τὴν ἐπὶ στύλου βάσιν,
Τὴν ἐγγὺς εὗρε τοῦ Θεοῦ Λόγου στάσιν.
Ὑψιβάτης Συμεὼν Σεπτεμβρίου ἔκθανε πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Μάρθας, μητρὸς τοῦ Ὁσίου Συμεών, καὶ τῆς ὁσίας Εὐανθίας, καὶ ἡ κοίμησις Ἰησοῦ τοῦ Ναυῆ.
Ἐν γῇ ξενίζει Μάρθα τὸν Χριστὸν πάλαι.
Σὲ δὲ ξενίζει Μάρθα Χριστὸς ἐν πόλῳ.
Ὃν τοῦ τρέχειν ἔστησεν ἥλιον πάλαι.
Λιπὼν Ἰησοῦς, Ἥλιον δόξης βλέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα γυναικῶν, Μαρτύρων, Παρθένων καὶ Ἀσκητριῶν, καὶ Ἀμμοῦν Διακόνου, καὶ διδασκάλου αὐτῶν.
Δισεικαρίθμοις παρθένοις πῦρ καὶ ξίφος,
Θεοῦ προεξένησαν Υἱὸν νυμφίον.
Ἀμμοῦν καλύπτραν ἔμπυρον δεδεγμένος,
Τὸ σαρκικὸν κάλυμμα χαίρων ἐξέδυ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Εὐόδου, Καλλίστης, καὶ Ἑρμογένους.
Κάλλιστον ὄντως εὗρε Καλλίστη τέλος,
Σὺν τοῖς καλοῖς τμηθεῖσα διττοῖς συγγόνοις.

Ὁ ὅσιος Μελέτιος ὁ νέος, ὁ ἐν τῷ ὄρει Νυουπόλεως ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ἅγιος νεομάρτυς, Ἀγγελῆς ὁ ἐν Κωνσταντινοπόλει μαρτυρήσας κατὰ τὸ 1680 ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.