Κυριακή, 19 Ιουλίου 2015

ΠΩΣ ΕΠΑΙΝΕΣΩ ΤΟΥΣ ΣΟΥΣ ΑΓΩΝΑΣ, ΟΣΙΕ ΠΑΤΕΡ, Ο ΤΑΛΑΣ

Πῶς ἐπαινέσω τοὺς σοὺς ἀγῶνας, Ὅσιε Πάτερ, ὁ τάλας; τῶν δακρύων δὲ πῶς τὸ πέλαγος ἐξερεύξομαι; σὺ γὰρ τῷ βίῳ ἐνδιαπρέπων, τῶν Ἀγγέλων κατέλαβες τὴν χορείαν, πάντα σχεδὸν τὰ πάθη ἐγκρατείᾳ νεκρώσας σοφέ, καὶ σάρκα δουλαγωγήσας, καθυπέταξας ταύτην τῷ πνεύματι, εὐχὴν δὲ ἔχων ὡς μάχαιραν, τὸν τοῦ σκότους προστάτην κατέβαλες, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.