Κυριακή, 15 Μαρτίου 2015

ΕΝ ΤΑΦΩ ΚΑΤΗΛΘΕΣ


Ἐν τάφῳ κατῆλθες ὁ ζωοδότης καὶ Θεός, καὶ συνέτριψας πάντα κλεῖθρά τε καὶ τοὺς μοχλούς, καὶ τοὺς νεκροὺς ἐξανέστησας. Δόξα τῇ σῇ Ἐγέρσει βοῶντας· Χριστὲ Σωτὴρ παντοδύναμε.

Ὁ τάφος ζωήν μοι Χριστὲ ἀνέβλυσεν ὁ σός· ὁ κρατῶν τῆς ζωῆς γάρ, ἐπιστὰς ἐβόησας τοῖς κατοικοῦσιν ἐν μνήμασιν· οἱ ἐν δεσμοῖς, λύθητε· ἐγὼ γὰρ τοῦ Κόσμου λύτρον ἐλήλυθα.

Ἐν ὕμνοις σκιρτάτω πάντα τὰ ξύλα τοῦ δρυμοῦ τὸ ὁμώνυμον ξύλον, τοῦ Σταυροῦ θεώμενα, κατασπαζόμενον σήμερον, οὗ ὁ Χριστὸς ὕψωσε τὴν κάραν ὡς προφητεύει ὁ θεῖος Δαυΐδ.

Ἐν ξύλῳ τεθνήξας ξύλον σε, εὕρηκα ζωῆς, χριστοφόρε Σταυρέ μου φυλακτήρ μου ἄρρηκτε, κατὰ δαιμόνων ἰσχὺς κραταιά, σὲ προσκυνῶν σήμερον κραυγάζω· Ἁγίασόν με τῇ δόξῃ σου.

Εὐφραίνου ἀγάλλου, ἡ Ἐκκλησία τοῦ Θεοῦ τὸ τρισόλβιον ξύλον προσκυνοῦσα σήμερον, τοῦ παναγίου Σταυροῦ τοῦ Χριστοῦ, ᾧ λει τουργεῖ, τάγματα Ἀγγέλων, καὶ μετὰ φόβου παρίστανται.