Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 13 Μαρτίου 2015

ΣΩΤΕΡ Ο ΑΛΗΘΗΣ ΓΛΥΚΑΣΜΟΣ, Ο ΤΑ ΠΙΚΡΟΤΑΤΑ ΜΕΡΡΑΣ ΠΑΛΑΙ ΥΔΑΤΑ

Σῶτερ ὁ ἀληθὴς γλυκασμός, ὁ τὰ πικρότατα Μερρᾶς πάλαι ὕδατα, γλυκάνας, τυποῦντι τότε, ξύλῳ τοῦ θείου Σταυροῦ, ἁπλωθεὶς ἐν τούτῳ, ὡς εὐδόκησας, χολῆς ἀπεγεύσω δέ, τὴν πλευρὰν ἐκκεντούμενος, ἐξ ἧς τῷ Κόσμῳ, ὕδωρ βρύεις ἀφέσεως, εἰς ἀνάπλασιν, τοῦ βροτείου φυράματος· ὅθεν δοξολογοῦμέν σου, τὴν ἄφατον δύναμιν, καὶ δυσωποῦμεν. Παράσχου, ἡμῖν τὸν φόβον σου Κύριε, καιρῷ τῆς Νηστείας, καὶ συγχώρησιν πταισμάτων, καὶ μέγα ἔλεος.

Λόγε ὁ ἁπλωθεὶς ἐν σταυρῷ, ἐπισυνάγων τὰ μακρὰν διεστῶτά σου, ὑψώσας τὸν λογισμόν μου, ἀπὸ κοπρίας παθῶν, ἀρεταῖς παντοίαις, καταπλούτισον, διδοὺς τῇ καρδίᾳ μου, τὸν ἁγνότατον φόβον σου, καὶ τῇ ψυχῇ μου, τὴν τελείαν ἀγάπησιν, τῆς πρὸς σάρκα με, ἀγαπήσεως τέμνουσαν, ὅπως δι' ἐγκρατείας σοι, εὐχῆς καὶ δεήσεως, ἐν ταῖς παρούσαις ἡμέραις, εὐαρεστήσω καὶ βλέψω σου, φαιδρῶς τὴν ἡμέραν, τῆς Ἐγέρσεως λαμβάνων, τὸ μέγα ἔλεος.