Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 21 Φεβρουαρίου 2015

ΠΑΝΤΕΣ ΕΝ ΩΔΑΙΣ ΠΝΕΥΜΑΤΙΚΑΙΣ

Πάντες ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς ἐν ἀσκήσει λάμψαντας, θείους Πατέρας ἡμῶν, ὑμνήσωμεν συμφώνως, οὓς ἤνεγκεν Αἴγυπτος, Θηβαῒς καὶ Λιβύη, ἅπας τόπος, καὶ πόλις, καὶ χώρα.

Χαίροις Μοναστῶν ὁ ἀρχηγός, Ἀντώνιε πανένδοξε, Ἀμμοὺν ὁ θεοφόρος, τὸ τῆς νηστείας κλέος, Ἀρσένιε Ἀγγελε, κράτος τῆς ἡσυχίας, καὶ Ἀμμωνᾶς ὁ πνευματοφόρος.

Τέρπου σκεῦος ὄντως τοῦ Θεοῦ, Ἀγάθων ἱερόψυχε, Ἀχιλλὰ καὶ Ἀμώη, τὰ ἄνθη τῆς ἐρήμου, Ἀνούβ, καὶ Ἀλώνιε, Ἀμοναθά, καὶ Ἄνθιμε, τῶν ἀρετῶν φαιδροὶ μαργαρῖται.

Λύχνοι διακρίσεως ἡμῖν, ὑμνείσθω Ἄρης σήμερον, καὶ Ἀπολλὼς ὁ μέγας, ὑπακοῆς δὲ φῶτα, Ἀθρὲ καὶ Ἀκάκιος, τούτοις καὶ Ἀββακύρης, συνεκλάμπει, ὥς τις ἑωσφόρος.

Ὄρος πολιτείας ὑψηλῆς, ἀνέφανεν Αὐξέντιος, ἀθλητὴς δὲ ἁγνείας, Ἀβράμιος, ὁ μέγας, μεθ' ὧν Ἀφροδίσιος, στῦλος τῆς ἐγκρατείας ἀνεδείχθη, σὺν Ἀθηνοδώρῳ.

Λάμπει ὡς ἀστὴρ ἐν οὐρανῷ, ἐν ἀσκηταῖς Ἀμμώνιος καὶ ὁ θεῖος Ἀνίνας· αὐγάζει δὲ σὺν τούτοις, καὶ ὁ μέγας Ἀντίοχος, Ἀγαπητὸς ὁ πάνυ, εἴς τις ἄλλος, σὺν τούτοις αὐγάζει.

Ὕμνοις εὐφημοῦμεν ἱεροῖς, τὸν μέγαν Ἀθανάσιον, τὸν ἐν τῷ ὄρει λαμπρῶς, ἀσκήσαντα τοῦ Ἄθω, φωστῆρα τὸν μέγιστον πάσης τῆς οἰκουμένης, οὗ πρεσβείαις σῳζόμεθα πάντες.

Βίοις θεοπνεύστοις ἀληθῶς, Παράδεισος ἐδείχθητε, τῆς Ἐκκλησίας σοφοὶ μακάριοι Πατέρες, οἳ πάντες κατ' ὄνομα, ὑπὲρ ἡμῶν πρεσβείαν, τῷ Κυρίῳ ποιεῖτε ἀπαύστως.