Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 15 Φεβρουαρίου 2015

ΤΗΣ ΦΟΒΕΡΑΣ ΔΕΥΤΕΡΑΣ ΣΟΥ

Τῆς φοβερᾶς δευτέρας σου, Κύριε, Παρουσίας ἐννοῶν τὴν ὑπαπαντήν, τρέμω τὴν ἀπειλήν σου φοβοῦμαι τὴν ὀργήν σου. Ταύτης με, τῆς ὥρας, κραυγάζω, σῶσον εἰς αἰῶνας.

Σοῦ τοῦ Θεοῦ κρίνοντος τὰ σύμπαντα τίς ἐνέγκῃ γηγενῶν, ὢν περιπαθής; ἄσβεστον πῦρ γὰρ τότε, καὶ σκώληξ βρύχων μέγα, τοὺς κατακριθέντας, συλλήψεται εἰς τούς αἰῶνας.

Πᾶσαν πνοὴν ἡνίκα προσκέκλησαι, τοῦ διακρῖναι Χριστέ, ἐπὶ τὸ αὐτό· μέγας ὁ φόβος τότε, μεγάλη ἡ ἀνάγκη, μόνων βοηθούντων, τῶν ἔργων εἰς αἰῶνας.

Πάντων Κριτὰ Θεέ μου καὶ Κύριε, ἀκούσομαί σου φωνῆς, τότε εὐκτικῆς, ἴδω σου φῶς τὸ μέγα, ἀθρήσω τὰς σκηνάς σου, βλέψω σου τὴν δόξαν, γηθόμενος εἰς τούς αἰῶνας.

Δκαιοκρῖτα Σωτήρ, ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἧς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι· ἄνες μοι πρὸ τέλους, δι' ἀρετῆς καὶ μετανοίας.

Ὅταν καθίσῃς Κριτής, ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβερὰν δόξαν σου Χριστέ, ὢ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ Βήματός σου.