Τρίτη, 3 Φεβρουαρίου 2015

ΔΙΚΑΙΟΥ ΑΓΙΟΥ ΣΥΜΕΩΝΟΣ ΚΑΙ ΑΝΝΗΣ ΠΡΟΦΗΤΙΔΟΣ

Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου, καὶ Ἄννης τῆς Προφήτιδος.

Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Συμεὼν τοῦ Θεοδόχου καί, Ἄννης τῆς Προφήτιδος, ὧν ἡ Σύναξις τελεῖται ἐν τῷ σεπτῷ Ἀποστολείῳ τοῦ Ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου, τῷ ὄντι ἐν τῷ σεβασμίῳ ναῷ τῆς Ἁγίας Θεοτόκου, πλησίον τῆς ἁγιωτάτης Μεγάλης Ἐκκλησίας.

Ἤγγειλε νεκροῖς Πρέσβυς, ὡς Θεὸς Λόγος,
Ἄνθρωπος ὀφθείς, μέχρι καὶ τούτων φθάσει.
Οὐ γὰρ ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,
Ἕως ἐπ' αὐτῆς τὸν Θεὸν εἶδε βρέφος.
Τῇ τριτάτῃ δεσμοῖο βίαιο λύθη Συμεώνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μαρτύρων Ἀδριανοῦ καὶ Εὐβούλου.
Ἀδριανόν, χαίροντα τμηθῆναι ξίφει,
Χείρ, ἡ φόνοις χαίρουσα τέμνει δημίου.
Ξίφει θανὼν Εὔβουλε, Κυρίου χάριν,
Βουλὴν ἐπέγνως ὡς ἀρεστὴν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Βλασίου τοῦ Βουκόλου.
Βοῶν ἐπαύλεις Βλάσιον εἶχον πάλαι,
Αὐλαὶ δὲ νῦν ἔχουσιν αὐτὸν Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ προφήτης Ἀζαρίας, υἱὸς Ἀδδώ, ἐν εἰρήνῃ τελειοῦται.
Χρησμοὺς διδόντος πρὶν θανεῖν Ἀζαρίου,
Σιγᾷ προφητεύουσα λοξὰ Πυθία.

Τῇ αὐτῇ ἡμέρᾳ, Παῦλος καὶ Σίμων οἱ Μάρτυρες ξίφει τελειοῦνται.
Καὶ Παῦλον ὧδε, καὶ Σίμωνα γραπτέον,
Μὴ καὶ λάθωσιν, ἐκκοπέντες τὰς κάρας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κλαύδιος ἐν εἰρήνῃ τελειοῦται.
Ἔχαιρεν εὑρὼν Κλαύδιος βίου τέλος,
Ὡς εἴ τις εὕροι ψαλμικῶς πολλὰ σκῦλα.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.