Κυριακή, 9 Νοεμβρίου 2014

ΤΩΝ ΟΣΙΩΝ ΤΟΙΣ ΙΧΝΕΣΙΝ, ΙΕΡΑΡΧΑ ΝΕΚΤΑΡΙΕ

Τῶν Ὁσίων τοῖς ἴχνεσιν, Ἱεράρχα Νεκτάριε, ἐν ἐσχάτοις ἔτεσιν ἠκολούθησας, τῇ καθαρᾷ πολιτείᾳ σου, καὶ τρόπων χρηστότητι, καὶ φρονήσει ἀληθεῖ, καὶ ἀγάπης ταῖς χαρίσι· διὰ τοῦτο σε, ὁ τῶν ὅλων Δεσπότης ἁγιάσας, τῶν Ἁγίων τῇ χορείᾳ περιφανῶς σε ἠρίθμησε.

Ὡς τὸ νέκταρ τῆς χάριτος, φερωνύμως δεξάμενος, ἱερὲ Νεκτάριε τῇ καρδίᾳ σου, τῇ τῶν σῶν λόγων γλυκύτητι, εὐφραίνεις ἐν Πνεύματι, τὰς ψυχὰς τῶν εὐσεβῶν, ὡς σοφὸς καὶ θεόπνευστος, καὶ θαυμάτων σου, ταῖς ἀκτῖσιν ἀεὶ καταπυρσεύεις, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν, λαμπρυνομένην τῇ δόξῃ σου.

Εἰς ὀσμὴν τὴν οὐράνιον, τῶν τιμίων λειψάνων σου, δοξασθέντων χάριτι θείου Πνεύματος, μέτ' εὐλαβείας προστρέχοντες, Νεκτάριε Ὅσιε, ἐξ αὐτῶν ἁγιασμόν, καὶ παθῶν ἀπολύτρωσιν κομιζόμεθα, καὶ ἰάσεις λαμβάνουσι ταχείας, οἱ νοσοῦντες ἀνιάτως, μεγαλοφώνως τιμῶντές σε.

Τὴν Μονὴν ἣν ἀνήγειρας, καὶ κανόσι τετείχικας, εἰς ψυχῶν Νεκτάριε περιποίησιν, σκέπε ἀπαύστως καὶ φύλαττε, Αἰγίνῃ τῇ νήσῳ δέ, δίδου Πάτερ δαψιλῶς, τὴν θερμήν σου ἀντίληψιν πρὸς τὸν Κύριον, ὑπὲρ ταύτης ἀεὶ καθικετεύων, σὺν τῷ ταύτης Ποιμενάρχῃ, Διονυσίῳ τῷ μάκαρι.

Δεῦτε ἅπαντες πιστοί, τὸν νεοφανῆ φωστῆρα τῆς Ἐκκλησίας, Νεκτάριον τιμήσωμεν· οὗτος γὰρ ἐν ταῖς καθ' ἡμᾶς ἡμέραις, ἐν ὁσίοτητι καὶ ἀληθείᾳ, θεοπρεπῶς πολιτευσάμενος, τῶν πάλαι Ἁγίων, τὰς ἀρετὰς ἀνεμάξατο, καὶ σκεῦος ἐκλογῆς, κατὰ Παῦλον γενόμενος, ἐπαξίως δεδόξασται, τῇ ἁγιαστικῇ τοῦ Πνεύματος χάριτι, παρέχων ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα, ὡς Ἱεράρχης ἐνθεώτατος.