Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 28 Οκτωβρίου 2014

ΕΥΧΑΡΙΣΤΟΥΜΕΝ ΣΟΙ, ΚΥΡΙΕ Ο ΘΕΟΣ ΗΜΩΝ

Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι καὶ αὖθις ἐπὶ τὴν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς, ἐπινίκιον ᾠδὴν σοὶ ἀναμέλψαι τῷ εὐεργέτῃ καὶ σωτῆρι ἡμῶν. Ἰδοὺ γὰρ οἱ Ἄρχοντες ἡμῶν καὶ πᾶσα συναγωγὴ λαοῦ ἐπὶ ταὐτὸ συναχθέντες ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέραις ἡμῶν, εἰς ἔνδειξιν, ὅτι ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἡμέρα πτώσεως ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον· τοὺς γὰρ ἐνδόξους συνετάραξας μετὰ ἰσχύος καὶ τοὺς ὑψηλοὺς τῇ ὕβρει συνέτριψας μετὰ δυνάμεως, Διὰ τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡμῶν πᾶσα ἡ γῆ καὶ ἐν εὐγνωμοσύνῃ καὶ ἀγαλλιάσει βοῶμέν σοι· Τὰς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καὶ τὰς τρίβους σου δίδαξον ἡμᾶς, νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησον πάντας, τοὺς Ἄρχοντας καὶ τὸν Λαόν, ἐπὶ τὴν ἀλήθειάν σου, ὅτι πολλοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν καὶ μακάριος ὁ λαός, οὗ ἐστι βοηθὸς Κύριος ὁ Θεὸς αὐτοῦ, Ἔτι δὲ καὶ ὑπὲρ τῶν ψυχῶν τῶν μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου, τῶν τε ἐν πολέμῳ πεσόντων, τῶν τε ἀναιρεθέντων καὶ τῶν ἐν αἰχμαλωσίᾳ καὶ ἐξορίᾳ τελειωθέντων, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καὶ ἀναπαύσωνται μετὰ δικαίων καὶ ἵνα τὰ ὀστᾶ αὐτῶν ὡς βοτάνη ἀνατείλῃ, ὅπως ἂν οἵ τε ζῶντες καὶ οἱ ἐπ' ἐλπίδι ἀναστάσεως κεκοιμημένοι εὐχαριστήριον αἶνον καὶ δοξολογίαν σοὶ ἀναπέμπωμεν τῷ κραταιῷ Βασιλεῖ τῶν αἰώνων εἰς τοὺς αἰῶνας. Ἀμήν.