Πέμπτη, 30 Οκτωβρίου 2014

ΖΗΝΟΒΙΟΥ ΚΑΙ ΖΗΝΟΒΙΑΣ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΟΚΤΩΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ζηνοβίου καὶ Ζηνοβίας τῆς ἀδελφῆς αὐτοῦ.

Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηνοβίου καὶ Ζηνοβίας τῶν αὐταδέλφων.

Συγκαρτερεῖ σοι Ζηνόβιε τὸ ξίφος,
Ἡ καρτερόφρων, κἂν γυνή, Ζηνοβία.
Τμήθη Ζηνοβίῃ καὶ ἀδελφεὸς ἐν τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκιανοῦ, Ἐπισκόπου Συρακούσης, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου.

Χριστοῦ τὸν εὔνουν Μαρκιανὸν οἰκέτην,
Διὰ βρόχου κτείνουσιν οἱ Χριστοκτόνοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Κρονίωνος, Ἰουλιανοῦ, Μακαρίου, καὶ ἑτέρων δέκα καὶ τριῶν.

Σὺν Ἀλεξάνδρῳ τῆς τιτάνου τὸ ζέον,
Φέρει Κρονίων, υἱὸν οὐ σέβων Κρόνου.
Ἰουλιανὸς καὶ Μακάριος ξίφει,
Ζωὴν ἐφεῦρον τὴν μακαριωτάτην.
Οὐ πῦρ ἀναφθέν, οὐ ξίφος θηχθέν, Λόγε,
Δὶς πέντε καὶ τρεῖς ἄνδρας ἐκ σοῦ χωρίσει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐτροπίας.
Τὴν Εὐτροπίαν οἷα νύμφην λαμπάδες,
Προὔπεμπον οἴκῳ τοῦ νοητοῦ Νυμφίου.

Τῇ αὐτῇ ἡμέρᾳ., Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κλεόπα καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωσήφ, Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἀστερίου, Κλαυδίου, Νέωνος, καὶ τῆς ἀδελφῆς αὐτῶν Νεονίλλης.
Κλαύδιος, Ἀστέριος, ἀλλὰ καὶ Νέων,
Ἄθλῳ ξίφους ὤφθησαν ἀστέρες νέοι.
Ἐπὶ ξύλου ταθεῖσα ἡ Νεονίλλα,
Ξύλου παλαιὰν ἐξερεύγεται βλάβην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Τερτίου, Μάρκου, Ἰούστου καὶ Ἀρτεμᾶ.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.