Τρίτη, 2 Σεπτεμβρίου 2014

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΜΑΜΑΝΤΟΣ ΚΑΙ ΙΩΑΝΝΟΥ ΤΟΥ ΝΗΣΤΕΥΤΟΥ

Τῌ Β᾿ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Νηστευτοῦ.
Τῇ Β´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος.

Ἀκμαῖος ὢν Τριάδος εἰς πίστιν Μάμας,
Ἀκμαῖς τριαίνης καρτερεῖ τετρωμένος.
Δευτερίῃ χολάδες Μάμαντος χῦντο τριαίνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ Νηστευτοῦ.

Τοῖς μὴ ῥέουσιν ἐντρυφᾷς νῦν ἡδέσι,
Νηστευτὰ ῥευστῶν ἡδονῶν Ἰωάννη.

Ὁ Ἅγιος Διομήδης σπαθιζόμενος τελειοῦται.

Σίδηρος εἰς σίδηρον ὢν Διομήδης,
Πρὸς τοὺς σπαθισμοὺς ἀνδρικῶς ἐκαρτέρει.

Ὁ Ἅγιος Ἰουλιανός, ξύλῳ θλασθεὶς τὴν κεφαλήν, τελειοῦται.

Ἰουλιανός, συντριβεὶς κάραν ξύλῳ,
Τὸν πρὸς Θεὸν νοῦν σῶος εἰς τέλος μένει.

Ὁ Ἅγιος Φίλιππος ξίφει τελειοῦται.

Ἵππον ταχὺν Φίλιππος τὴν τομὴν ἔχων,
Πρὸς τὸν φιλοῦντα θᾶττον ἦλθε Δεσπότην.

Ὁ Ἅγιος Εὐτυχιανὸς ἐν ἐσχάρᾳ πυρὸς τελειοῦται.

Εὐτυχιανός, πυρποληθεὶς ἐσχάρᾳ,
Εἰς εὐτυχῆ μετῆλθε κλῆρον Μαρτύρων.

Ὁ Ἅγιος Ἡσύχιος ἀπαγχονισθεὶς τελειοῦται.

Ποθῶν τὸν ὄντως Ἡσύχιος Δεσπότην,
Καὶ τὸν δι᾿ αὐτὸν ἡσύχως φέρει βρόχον.

Ὁ Ἅγιος Λεωνίδης πυρὶ τελειοῦται.

Τοῦ πρὸς Θεὸν σε φλὸξ πόθου, Λεωνίδη,
Ἔπειθε ῥᾷστα καὶ φλογὸς φέρειν βίαν.

Ὁ Ἅγιος Εὐτύχιος σταυρωθεὶς τελειοῦται.
Βαίνων κατ᾿ ἴχνος Εὐτύχιος Κυρίου,
Δίκην ἐκείνου καρτερεῖ σταυροῦ πάθος.

Ὁ Ἅγιος Φιλάδελφος, λίθῳ τὸν τράχηλον βαρυνθείς, τελειοῦται.
Σαρκὸς βάρος πᾶν ἐκλιπὼν λίθου βάρει,
Ἀνῆλθε κοῦφος Φιλάδελφος εἰς πόλον.

Ὁ Ἅγιος Μελάνιππος πυρὶ τελειοῦται.
Εἴπερ τι Μελάνιππος εἶχε καὶ μέλαν,
Κάθαρσιν εὗρεν, εἰς τὸ πῦρ βεβλημένος.

Ἡ Ἁγία Παρθαγάπη ἐν τῇ θαλάσσῃ τελειοῦται.
Θνῄσκεις θαλάσσης ἔνδον, ὦ Παρθαγάπη,
Καὶ δωρεῶν θάλασσαν εὑρίσκεις ἄνω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν δικαίων ἱερέων, Ἐλεαζάρου καὶ Φινεές, καὶ τῶν Ἁγίων Μαρτύρων Ἀειθαλᾶ καὶ Ἀμμοῦν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.