Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 17 Μαΐου 2014

ΡΑΘΑΜΙΓΓΕΣ ΚΟΝΕΩΣ ΕΚ ΛΑΡΝΑΚΟΣ ΤΗΣ ΣΗΣ

Ῥαθάμιγγες κόνεως ἐκ λάρνακος τῆς σῆς, ἐκβλύζουσιν Ἅγιε, καὶ πάντας τοὺς πιστοὺς λυτροῦνται κινδύνων, τελοῦντας πιστῶς, καὶ ἀνευφημοῦντας, τὴν γεραράν σου μνήμην.

Ὦ οὐράνιοι Ἄγγελοι καὶ πᾶσα ἡ σεπτή, Ἱεραρχῶν ὁμήγυρις, κροτοῦσι τοὺς σοὺς πανσέπτους ἀγῶνας, καὶ ἔχουσι νῦν σύσκηνόν σε Πάτερ, εἰς πάντας τους αἰῶνας.

Φαιδρύνεται σήμερον ἐνδόξως καὶ τερπνῶς, ἡ Γορτυνία ἅπασα. Σκιρτᾷ δὲ εὐαγῶς τιμία Προδρόμου καὶ ὁσία μονή, θησαυρὸν εὑροῦσα, τὰ λείψανά σου Πάτερ.

Ἁγνείαν ἐξήσκησας, νηστείαν προσευχὴν ἐκ βρέφους, ὦ Ἅγιε πενήτων καὶ γυμνῶν τροφεὺς καὶ προστάτης, διόρθωσις ἀκριβής, τῶν ἁμαρτανόντων σὺ ἀνεδείχθης Πάτερ.