Πέμπτη, 22 Μαΐου 2014

ΒΑΣΙΛΕΙΑΝ ΑΣΑΛΕΥΤΟΝ, ΒΑΣΙΛΕΥΣΑΣ

Βασιλείαν ἀσάλευτον, βασιλεύσας ἀπείληφας, Βασιλίσκε ἔνδοξε, καὶ παρίστασαι, τῷ βασιλεῖ τῶν δυνάμεων, σὺν πάσαις γηθόμενος, τῶν Ἀγγέλων στρατιαῖς, ἀναμέλπεις τε πάντοτε, τὸ ἀέναον, καὶ μακάριον ᾆσμα, φρυκτωρίαις, κατὰ μέθεξιν ταῖς θείαις, περιφανῶς αὐγαζόμενος.

Τοὺς σοὺς πόδας ὑπέδησαν, ταῖς κρηπῖσιν ἡλώσαντες, ἐν τῷ σὲ πορεύεσθαι τρίβους χαίροντα, τοῦ μαρτυρίου Ἀοίδιμε, μεθ' ὧν κατεπάτησας, κεφαλὴν τοῦ δυσμενοῦς, καὶ τελείως συνέτριψας, καὶ ἐβάδισας, εὐσταλῶς τὴν οὐράνιον πορείαν, τῷ Δεσπότῃ νικηφόρος, ἐμφανιζόμενος ἔνδοξε.

Προσευχῇ σου ἐβλάστησε, ξύλον ἄνικμον πρότερον, καὶ πηγὴν ἀνέβλυζε ζῶντος ὕδατος, τῇ δὲ ῥοῇ σου τοῦ αἵματος, ἡ γῆ καθηγίασται, ὁ ἀὴρ δὲ τῆς ψυχῆς, τῇ ἀνόδῳ πανόλβιε· ὅθεν πίστει σου, τὴν ἁγίαν τιμῶμεν Βασιλίσκε, καὶ πανέορτον ἡμέραν, ἐν ᾗ νομίμως ἠρίστευσας.