Πέμπτη, 29 Μαΐου 2014

ΛΥΣΟΝ ΤΑΣ ΣΕΙΡΑΣ

Λῦσον τὰς σειρὰς τῶν πταισμάτων, τῶν εὐσεβῶς σε ἀνυμνούντων, ταῖς σαῖς ἱκεσίαις θεόφρον, Θεοδοσία Μάρτυς πανεύφημε, Θεῷ τῷ παντοκράτορι, παρισταμένη πανσεβάσμιε.

Εὔας τῆς προμήτορος πόθον, ἐπιτηδείως ἐκομίσω, νεύσει πρὸς Θεὸν θεουμένη, καὶ γενομένη θείᾳ μεθέξει Θεός· διὸ σε παμμακάριστε, Θεοδοσία μακαρίζομεν.

Ὅλος γλυκασμὸς χρηματίζει, ὁ σὸς νυμφίος ἀθληφόρε, ὅλος ψυχικὴ θυμηδία, Θεοδοσία Μάρτυς ὑπάρχει Χριστός, οὗπερ νῦν ἀπολαύουσα, ταῖς σαῖς πρεσβείαις ἡμῶν μέμνησο.