Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 24 Μαΐου 2014

ΤΑΙΣ ΕΥΑΡΜΟΣΤΟΙΣ ΟΣΙΕ, ΤΗΣ ΨΥΧΗΣ ΣΟΥ ΔΥΝΑΜΕΣΙΝ

Ταῖς εὐαρμόστοις Ὅσιε, τῆς ψυχῆς σου δυνάμεσιν, ἡ τρισσοφαὴς συγκατεκράθη ἔλλαμψις, ἐξ ἧς δᾳδουχούμενος, ὡς ἐκ μιᾶς Θεότητος, ταύτης πρὸ τοῦ στύλου, σοῦ τρισόλβιον οἶκον, ἐνδόξως ἐδομήσω, καὶ τὴν ἄκτιστον σέβειν, ἐθέσπισας ἐν τούτῳ, τριάδα εἰς αἰῶνας.

Ἡ πανσθενὴς τοῦ Πνεύματος, τοῦ Ἁγίου ἐνέργεια, σοὶ θεοειδῶς Παμμάκαρ ἐνσκηνώσασα, συντρέχειν κεκίνηκεν, ἐκ τῶν περάτων ἅπαντας, τοὺς ὑπὸ πνευμάτων, πονηρῶν μαινομένους, καὶ τούτους θεραπεύων τῇ βαΐνῃ σου ῥάβδῳ, ἐδίδασκες· Τὸν Κτίστην, ὑμνεῖτε εἰς αἰῶνας.

Νεανικῶς τὸ φρόνημα, τῆς σαρκὸς καθυπέταξας, Πάτερ ἐν νηστείαις, καὶ εὐχαῖς τῷ πνεύματι, γαστρός τε τὴν πύρωσιν, ἀπεσβεκὼς ἠφάνισας, καὶ ὡς μὴ ἐσθίων, ὑπέρ ἀνθρώπων ὤφθης, τροφῇ τῇ οὐρανίῳ, διαιτώμενος μόνῃ· καὶ ταύτης τὸν δοτῆρα, ὑμνῶν εἰς τοὺς αἰῶνας.

Χοροστασίαν ἔνθεον, φοιτητῶν σοι θεσπέσιε, Πάτερ ἐγχειρίζεται, Χριστὸς ὁ Κύριος οὓς πόθῳ δεξάμενος διδασκαλίαις ἤλειφας, πρὸς τὸν ἐν ἀσκήσει, ἐπεκτείνεσθαι δρόμον, μεθ' ὧν τὰς ἀναπαύσεις, τῶν νοσηλευομένων, τελῶν ἐδοξολόγεις, αὐτὸν εἰς τοὺς αἰῶνας.