Τετάρτη, 28 Μαΐου 2014

ΣΤΑΘΗΡΑΝ ΕΠΙΔΕΙΝΥΜΕΝΟΣ ΤΗΝ ΕΝΣΤΑΣΙΝ

Σταθηρὰν ἐπιδεικνύμενος τὴν ἔνστασιν, Μάρτυς Εὐτύχιε, τοὺς τῶν Ἑλλήνων σοφούς, ἀνδρείως κατῄσχυνας, μέλπων ἐν Πνεύματι, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τοὺς τοῦ Λόγου Μαθητὰς καταμυοῦντάς σε, εὑρὼν Εὐτύχιε, τὰ ὑπὲρ λόγον καὶ νοῦν, τὸ οὖς σου ὑπέκλινας θεοπειθέστατα, καὶ ἐκραύγαζες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ῥεῖθρον ζῶν ἐν τῇ καρδίᾳ σου Εὐτύχιε, ὑποδειξάμενος, τοῦ Πνεύματος ἀληθῶς, πλάνης ἀπεξήρανας, θολώδη ῥεύματα, καὶ ἰάσεων, ἀναπηγάζεις νάματα, τοῖς πιστῶς σοι προσιοῦσι.