Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 17 Μαΐου 2014

ΠΑΝΤΕΣ ΟΙ ΕΥΣΕΒΕΙΣ ΣΗΜΕΡΟΝ, ΑΝΥΜΝΗΣΩΜΕΝ ΤΟΝ ΙΕΡΑΡΧΗΝ

Πάντες οἱ εὐσεβεῖς σήμερον, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τὸν ἀθανασίας ἐπώνυμον, καὶ Ἀθανασίου ἐφάμιλλον, Χριστιανουπόλεως ποιμένα. Δοχεῖον λαμπρὸν γενόμενον τοῦ Πνεύματος, τὸ σῶμα σὺν τῇ ψυχῇ ἀποκαθάραντα, τῆς τῶν παθῶν τρικυμίας, Ὅθεν ἠξιώθη, ἀενάως θαυματουργεῖν, Χριστῷ παριστάμενος, τῷ σώσαντι τὰς ψυχάς ἡμῶν.

Δεῦτε ἐν ἱεροῖς μέλεσι, καταστέψωμεν τὴν θείαν Κάραν, εὐωδίας οὖσαν ἀνάπλεων, καὶ πάμπολλα θαύματα βρύουσαν, καὶ πιστοὺς κινδύνων λυτρουμένην, βοῶντες· Σὲ ἀνυμνοῦμεν παντοδύναμε, προστάτην καὶ ἀρωγὸν ἡμῖν ἐκφήναντα, τὸν Ἀθανάσιον ὄντως, οὗ τὸ θεῖον σκῆνος, εὐωδίας πολλῆς πληροῖς, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Θαῦμα ἐκπληκτικὸν γέγονε, καὶ κατέπληξε τοὺς τολμητίας, τοὺς βεβήλους χεῖρας ἐκτείνοντας, καὶ τὰ λείψανά σου συλήσαντας. Ἐκλονίσθη πᾶσα ἡ οἰκία, καὶ κρότος, φρικτὸς καὶ μέγας καὶ παννύχιος, σὲ ζῶντα καὶ μετὰ θάνατον ἀπέδειξε. Καὶ οἱ αὐτόπται νῦν ζῶσιν· οὗτοι μαρτυροῦσιν, ὅτι σὺ εἶ θαυματουργὸς κλεινὲ Ἀθανάσιε. Εὐχαῖς σου πάντες σωθείημεν.

Πόθῳ θεοτερπεῖ σήμερον, ἀσπασώμεθα τὸ θεῖον σκῆνος, τοῦ ἀξιαγάστου Πατρὸς ἡμῶν, Ἀθανασίου τοῦ μάκαρος, τοῦ κρουνοῖς δακρύων καθαρθέντος, τὸ μέγα τῆς Γορτυνίας ἐγκαλλώπισμα, καὶ θεῖον Μονῆς Προδρόμου στῦλον ἄσειστον, τῆς εὐποιΐας τὸν πλοῦτον, τὸν ἀεὶ δηλοῦντα, ἀγανάκτησιν τοῦ Θεοῦ, τριγμῷ τῆς σῆς λάρνακος, τιμῶμέν σε Ἀθανάσιε.