Τρίτη, 20 Μαΐου 2014

ΜΑΡΤΥΡΟΣ ΘΑΛΛΕΛΑΙΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου.

Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου.Ἀκέστορι τμηθέντι τῷ Θαλλελαίῳ.
Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους.
Εἰκοστῇ Θαλλέλαιος τὴν κεφαλὴν ἀπεκάρθη.

Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀσηλᾶ, ὅστις ἐν ποταμῷ ῥιφείς, τελειοῦται.

Οἱ τρεῖς ὅσιοι καὶ θεοφόροι πατέρες ἡμῶν Νικήτας, Ἰωάννης καί, Ἰωσήφ, οἱ κτίτορες τῆς ἐν Χίῳ Ἱερὰς καὶ βασιλικῆς Νέας Μονῆς, ἐν εἰρήνῃ τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ καὶ μετακομιδὴ τοῦ λειψάνου τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.

Ὁ ὅσιος πατὴρ ἡμῶν Θαλάσσιος ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ὅσιος Μᾶρκος ὁ ἐρημίτης ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.