Κυριακή, 2 Μαρτίου 2014

ΠΑΝΤΑ ΤΑ ΕΡΓΑ ΤΟΥ ΘΕΟΥ

«Πάντα τὰ ἔργα τοῦ Θεοῦ καὶ πᾶσα κτίσις, εὐλογεῖτε τὸν Κύριον, Ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ· ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».

Ἐναπεδύσω ἀνδρικῶς πρὸς τοὺς ἀγῶνας, Χριστὸν ἔχων συλλήπτορα Ἔνδοξε, καὶ κατὰ κράτος νικήσας, ἐδέξω στέφος ἄφθαρτον, καὶ ζῆς εἰς τοὺς αἰῶνας.

Στήσας τὰ ῥεύματα Σοφὲ τῆς ἀθεΐας, ἱεροῖς ἀγωνίσμασιν, ἐμβληθεὶς ἐν ποταμῷ, ἐν τούτῳ ἐδέξω τὸ τέλος ὑμνῶν, τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὡς βασιλεύσας εὐκλεῶς κατὰ τῆς πλάνης, βασιλείοις κατέλιπες, ἔνδοξε, διατριβάς τε καὶ μέγα ἀξίωμα, καὶ τῷ Βασιλεῖ, τοῦ παντὸς προσεκολλήθης.