Τρίτη, 18 Μαρτίου 2014

ΝΕΟΙ ΤΡΕΙΣ ΕΝ ΒΑΒΥΛΩΝΙ

«Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, ἐν μέσῳ φλογὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Ἔχων πῦρ ἐν διανοίᾳ, φόβου Πάτερ τοῦ Θεοῦ, ὕλην ἀπετέφρωσας, τὴν τῶν ἡδονῶν ἀναμέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Δάκρυσι παθῶν τὴν φλόγα, σβέσας Μάκαρ τὸν πυρσόν, ἐτήρησας ἄσβεστον, σοῦ τὸν τῆς ψυχῆς ἀνακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ῥεῖθρον ζῶν ἔχων τὴν χάριν, Πνεύματος ἐν τῇ ψυχῇ θεόφρον ἀνέβλυσας, Πάτερ ποταμοὺς διδαγμάτων, τὴν Ἐκκλησίαν ἄρδοντας, εὐσεβῶς σε γεραίρουσαν.