Πέμπτη, 13 Μαρτίου 2014

ΧΡΙΣΤΟΣ Η ΑΜΠΕΛΟΣ, ΩΡΑΙΟΥΣ ΒΟΤΡΥΑΣ

Χριστὸς ἡ ἄμπελος, ὡραίους βότρυας, ὑμᾶς ἠνέγκατο, γλεῦκος σωτήριον, ἐναποστάζοντας τῇ γῇ, Ἀπόστολοι θεοφόροι· ὅθεν με λυτρώσατε, ἡδονῶν μέθης δέομαι, ῥεῖθρα κατανύξεως, τῇ ψυχῇ μου δωρούμενοι, τῇ θείᾳ τῆς Νηστείας ἡμέρᾳ, ὅπως σωθείς, ζωῆς ἐπιτύχω.